Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.58 Joseph. AJ 4.63 (English) >>Joseph. AJ 4.66

4.61καὶ τοὺς μὲν διεφθάρθαι μηδὲν ἐξαμαρτόντας ὅτι περὶ τὴν τοῦ θεοῦ θρησκείαν ἐσπουδάκεσαν, τὸν δὲ τοιούτων ἀνδρῶν ὀλέθρῳ καὶ πάντων ἀρίστων ἐζημιωκότα τὸν λαὸν πρὸς τῷ μηδεμίαν ὑποσχεῖν δίκην ἔτι καὶ τὴν ἱερωσύνην ἀναμφίλεκτον τἀδελφῷ παρασχεῖν· 4.62οὐδένα γὰρ ἔτι αὐτῆς ἄλλον ἀντιποιήσεσθαι καὶ τοὺς πρώτους ὁρῶντα κακῶς ἀπολωλότας. ἔτι γε μὴν καὶ παρὰ τῶν οἰκείων τοῖς διεφθαρμένοις δέησις ἐγένετο πολλὴ τοῦ πλήθους μειῶσαί τι τῆς Μωυσέος μεγαλαυχίας· ἀσφαλὲς γὰρ αὐτοῖς τοῦτʼ εἶναι. 4.63

Μωυσῆς δέ, καὶ γὰρ ἐκ πολλοῦ συνιστάμενον ἠκροᾶτο τὸν θόρυβον, δείσας μή τι νεωτερίσωσι πάλιν καὶ γένηταί τι μέγα καὶ χαλεπὸν συνήγαγε τὸ πλῆθος εἰς ἐκκλησίαν, καὶ περὶ μὲν ὧν ἠκροᾶτο εἰς ἀπολογίαν οὐ καθιστάμενος, ἵνα μὴ παροξύνῃ τὸ πλῆθος, αὐτὸ δὲ μόνον τοῖς φυλάρχοις προειπὼν κομίζειν τὰ τῶν φυλῶν ὀνόματα βακτηρίαις ἐπιγεγραμμένα· 4.64λήψεσθαι γὰρ ἐκεῖνον τὴν ἱερωσύνην, οὗπερ ἂν θεὸς ἐπισημήνῃ τῇ βακτηρίᾳ. δόξαν οὖν κομίζουσιν οἵ τε ἄλλοι καὶ Ἀαρὼν ἐπιγράψας Λευῖτιν ἐν τῇ βακτηρίᾳ, καὶ ταύτας Μωυσῆς ἐν τῇ σκηνῇ τοῦ θεοῦ κατατίθησι. τῇ δὲ ἐπιούσῃ προεκόμισε τὰς βακτηρίας· γνώριμοι δʼ ἦσαν κατασημηναμένων αὐτὰς τῶν τε ἀνδρῶν οἵπερ ἐκόμιζον καὶ τοῦ πλήθους.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.58 Joseph. AJ 4.63 (English) >>Joseph. AJ 4.66

Powered by PhiloLogic